Revelation of John 7:9-10

9Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι
 αὐτὸν = WH Treg NA/NIV: || [omit] = RP
αὐτὸν οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν,
 ἑστῶτες = WH Treg NA/NIV: || ἑστώτας = RP
ἑστῶτες ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ
 φοίνικες = WH Treg NA/NIV: || φοίνικας = RP
φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
10καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες· σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ.

Revelation of John 7:14

14καὶ
 εἴρηκα = WH Treg NA/NIV: || εἶπον = RP
εἴρηκα αὐτῷ· Κύριέ μου, σὺ οἶδας. καὶ εἶπέν μοι· Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν
 αὐτὰς = WH Treg NA/NIV: || [omit] = RP
αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.

Revelation of John 7:17

17ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου
 ποιμανεῖ = WH Treg NA/NIV: || ποιμαίνει = RP
ποιμανεῖ αὐτούς, καὶ
 ὁδηγήσει = WH Treg NA/NIV: || ὁδηγεῖ = RP
ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων· καὶ ἐξαλείψει θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.



Revelation of John 12:11

11καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου·

Revelation of John 13:8

8καὶ προσκυνήσουσιν
 αὐτὸν = WH Treg NA/NIV: || αὐτῷ = RP
αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς,
 οὗ = WH Treg NA/NIV: || ὧν = RP
οὗ οὐ γέγραπται τὸ ὄνομα
 αὐτοῦ = WH Treg NA/NIV: || [omit] = RP
αὐτοῦ ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Revelation of John 14:1

1Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον
 ἑστὸς = WH Treg NA/NIV: || ἑστηκὸς = RP
ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἀριθμός = RP
αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.

Revelation of John 14:4

4οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν·
 οὗτοι = WH Treg NA/NIV: || οὗτοι εἰσιν = RP
οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν
 ὑπάγῃ = NA/NIV RP: || ὑπάγει = WH Treg
ὑπάγῃ·
 οὗτοι = WH Treg NA/NIV: || οὗτοι ὑπὸ Ἰησοῦ = RP
οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ,

Revelation of John 14:10

10καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον
 ἀγγέλων ἁγίων = WH Treg NA/NIV: || τῶν ἁγίων ἀγγέλων = RP
ἀγγέλων ἁγίων ⸃ καὶ ἐνώπιον τοῦ ἀρνίου.

Revelation of John 15:3

3καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε, θεός, παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, βασιλεὺς τῶν
 αἰώνων = WH NIV: || ἐθνῶν = Treg RP NA
αἰώνων·

Revelation of John 17:14

14οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.

Revelation of John 19:7

7χαίρωμεν καὶ
 ἀγαλλιῶμεν = WH Treg NA/NIV: || ἀγαλλιώμεθα = RP
ἀγαλλιῶμεν, καὶ
 δώσομεν = WH: || δώσωμεν = NA/NIV; || δῶμεν = Treg RP
δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν γάμος τοῦ ἀρνίου, καὶ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν,

Revelation of John 19:9

9Καὶ λέγει μοι· Γράψον· Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι· Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσιν.
Copyright information for SBLG